Σάββατο 3 Αυγούστου 2024

Βίος τοῦ ὁσίου Πατρὸς ἡμῶν Σάββα Ἀχιλλέως, ἐξ Ἄλωνας – Κύπρου (+ 3 Αυγούστου 2016)

 

Ο Όσιος Πατήρ ημών Σάββας Αχιλλέως, ο των δαιμόνων διώκτης. Φορητή εικόνα, Ιερά Μητρόπολη Μόρφου

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ποίημα Αθανασίου Κυπραίου (ἐξ Ἀθηνῶν)

Τῇ πατρίδι, τῇ πίστει καὶ τοῖς τέκνοις σου ἅπασι,* Σάββα, ὡς καλὸς στρατιώτης τὰς ὀδύνας ὑπέμεινας∙* νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ* ἐπάταξας δαιμόνων τὴν ὁρμήν·* τῶν πατέρων, ἀποστόλων καὶ προφητῶν* τὰ ῥήματα ἐκήρυξας.* Χαίροις, τῆς Κύπρου βλάστημα σεπτόν·* χαίροις, πιστῶν ἡ ἀντίληψις·* χαίροις, ὁ ταῖς εὐχαῖς σου πρὸς Θεὸν* βρύων ἰάματα.

Αθανασίου Κυπραίου (ἐξ Ἀθηνῶν)

 ὅσιος Σάββας, ὁ ἐπικαλούμενος Ἀχιλλέως, ὁ Κύπριος, ὁ ἰαματικὸς καὶ τῶν δαιμόνων διώκτης, ἐγεννήθη τῇ δευτέρᾳ τοῦ μηνὸς Αὐγούστου ἐν ἔτει χιλιοστῷ  ἐνακοσιοστῷ τριακοστῷ (1930) ἐν Ἁλώνῃ Λευκωσίας τῆς μαρτυρικῆς καὶ ἁγιοτόκου νήσου Κύπρου. Ἦν δὲ τὸ πέμπτον καὶ νεώτερον τέκνον πτωχῆς οἰκογενείας ἀγροτῶν, ἔχον εὐσεβεῖς καὶ φιλοπάτριδας γονεῖς. Ἡ μάμμη αὐτοῦ ηὔχετο αὐτῷ φαιλόνια ἱερατικὰ ἐνδύεσθαι καί, ὡσὰν χελιδών, ψάλλειν ἐν τοῖς ναοῖς. 

Φιλόμουσος ὢν ἤσκησε τὰ μουσικὰ ὄργανα τοῦ βιολίου καὶ τοῦ αὐλοῦ πρὸς τέρψιν τῶν οἰκείων καὶ τῶν κατοίκων τοῦ χωρίου αὐτοῦ. 

Ἀλλ’ ὁ νέος οὗτος μᾶλλον τούτων ἐτέρπετο ὑπὸ τοῦ ἱεροῦ πόθου τῆς ἐλευθέρας Κύπρου. Αἱ ἀδικίαι τῶν Βρεττανῶν καὶ Ἀγαρηνῶν δυναστῶν τῆς νήσου οὐκ ἐφόβησαν αὐτόν, ἀλλ’ ἐνεδυνάμωσαν τὴν φιλοπατρίαν αὐτοῦ. Νέου ὄντος Βρεττανοὶ στρατιῶται εἰσέβαλον εἰς τὸ χωρίον αὐτοῦ καὶ ἥρπασαν τὸν ἑψημένον ἄρτον ἐκ τῶν μητέρων. 

Τοιαῦτα οὖν βιώσας προθύμως ἐστρατολογήθη, τῇ εὐλογίᾳ τοῦ πνευματικοῦ πατρὸς αὐτοῦ Ἀναργύρου Σταματοπούλου καὶ τοῦ πατρὸς Σταύρου Παπαγαθαγγέλου, ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ πέμπτῳ (1955) ὑπὸ τῆς Ἐθνικῆς Ὀργανώσεως Κυπρίων Ἀγωνιστῶν πρὸς ἔνοπλον ἀγῶνα ὑπὲρ τῆς ἐλευθερίας καὶ ἑνώσεως τῆς Κύπρου μετὰ τῆς μητρὸς Ἑλλάδος.

Τοιαύτη ἦν ἡ πολεμικὴ αὐτοῦ δρᾶσις· πωλῶν καρποὺς εἰς τὴν μεγάλην ἀγορὰν τῆς Λευκωσίας, μυστικῶς καὶ σωφρόνως ἐνεργῶν, ἔκρυπτε ὅπλα εἰς τοὺς καρποὺς καὶ ἐμάνθανε ἀγγελίας περὶ τὰς Βρεττανικὰς στρατιωτικὰς δυνάμεις, ἃς ἀνήγγελλε τοῖς συναγωνισταῖς αὐτοῦ. Πρὸς τοῖσδε ἐστρατολόγει νέους ἀγωνιστάς. 

Προδοθεὶς δὲ ἀνεχώρησεν εἰς τὸ ὄρος Τρόοδος ἐντεταγμένος εἰς ἔνοπλον σῶμα, τὸ ἐπονομαζόμενον «Οὐρανός». Οἱ συστρατιῶται ψευδωνύμως ἀπεκάλουν αὐτὸν «Ἀσκληπιόν», ὅτι ἦν ὁ ἰατρὸς τῶν τραυματιῶν, παραμυθούμενος καὶ θεραπεύων αὐτούς. 

Ὁ ἀρχηγὸς τῶν Κυπρίων μαχητῶν, ὁ Διγενής, ἤτοι ὁ Γεώργιος Γρίβας, ἐπιγινώσκων τὴν τοῦ Σάββα ἐχεμύθειαν καὶ σωφροσύνην, ἐμηχανεύσατο ἓν τέχνασμα κατὰ τῶν Βρεττανῶν. Πειθόμενος δὲ τῷ ἀρχηγῷ ὁ Σάββας, ἐνεδύθη τὸ μοναχικὸν ῥάσον καὶ μετέβη εἰς τὴν Ἱερὰν Μονὴν Παναγίας τοῦ Κύκκου. Ἐκεῖ οὖν προσεποιεῖτο μὲν μονάζειν, ἀλλὰ τῷ ὄντι ἦν ἀγγελιαφόρος μυστικὸς τοῦ ἀρχηγοῦ.

Τῷ μηνὶ Μαΐῳ ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ ἕκτῳ (1956) Βρεττανοὶ στρατιῶται περιεκύκλωσαν τὴν Ἱερὰν Μονὴν ζητοῦντες τὸν ἀρχηγὸν Γεώργιον Γρίβαν. Τότε ἐγένετο ἓν θαῦμα· Ὁ ὅσιος Σάββας ἐζήτει, ἐν πίστει προσευχόμενος, τόπον ἀσφαλῆ διὰ τὰς ἐπιστολὰς τοῦ ἀρχηγοῦ. Τότε δὲ ἤκουσεν ἐκ τῆς ἱερᾶς εἰκόνος τῆς Θεοτόκου γλυκείας φωνῆς λεγούσης· εἰς τοῦτο τὸ σημεῖον. Προσκυνήσας δὲ τὴν εἰκόνα εἶπε· ὦ Παναγία, βοήθει μοι. Δίδωμι τῇ ἀγκάλῃ σου τὰ πολυτιμότερα τοῦ ἀγῶνος ἡμῶν. Δέομαι οὖν σου, φύλαξον ταῦτα. Τότε δὲ ὁρμησάμενοι οἱ ἐχθροὶ ἐντὸς τοῦ ἱεροῦ ναοῦ, ἐβεβήλωσαν αὐτὸν βλασφημοῦντες καὶ ἄγοντες τοὺς κύνας αὐτῶν κάτωθεν τῆς Ἁγίας Τραπέζης πρὸς ἔρευναν τῆς κρύπτης τοῦ ἀρχηγοῦ. 

Ἀλλ’ ὁ δικαιοκρίτης Κύριος ἔδωκεν αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν, ὅτι ἕτερον θαῦμα ἐγένετο· οἱ ἐχθροὶ εἶδον γυναῖκα μαυροφόρον ἐπιβαίνουσαν εἰς ὄνον καὶ ὁδεύουσαν ἐπί τινος δρομίσκου δυτικῶς τῆς Ἱερᾶς Μονῆς πρὸς τὸ δάσος. Νομίσαντες ταύτην ἀγγελιαφόρον τοῦ ἀρχηγοῦ Διγενοῦς, κατεδίωξαν αὐτήν. Ἀλλ’ ἡ γυνὴ ἐγένετο ἀόρατος.  Τότε δὲ οἱ βέβηλοι Βρεττανοί, οὐκ ἐννοοῦντες ὅτι ἡ γυνὴ αὕτη ἦν ἡ Παναγία, ἔβαλον πῦρ, ἵνα κατακαύσωσι τὴν ἀόρατον γυναῖκά τε καὶ τοὺς Κυπρίους μαχητάς. Τότε δὲ ὁ πνέων ἄνεμος ἐστράφη εἰς τοὺς Βρεττανούς, εἰς τὰ ὅπλα καὶ εἰς τὰ ὀχήματα αὐτῶν, καὶ αἱ πύριναι γλῶσσαι κατέκαυσαν ἅπαντα, καὶ δὴ τὰς βλασφήμους γλώσσας τῶν ἐχθρῶν. 

Τῇ δεκάτῃ ἐνάτῃ τοῦ μηνὸς Ἰουλίου τοῦ αὐτοῦ ἔτους εἰσέβαλον πάλιν ἐν τῇ Ἱερᾷ Μονῇ Παναγίας τοῦ Κύκκου Βρεττανοὶ ἔχοντες σὺν αὐτοῖς τινα προδότην. Οὗτος ὁ προδότης οὐχ ὑπέμεινεν ἄχρι τέλους τὰς φρικτὰς βασάνους καὶ προὔδωκε τὴν δρᾶσιν τοῦ ὁσίου. Ὁδηγηθεὶς δὲ ὁ ὅσιος εἰς τὴν ἐν Πλάτραις εἱρκτὴν συνήντησε τῷ δυστύχῳ προδότῃ, ὅστις κλαίων πικρῶς εἶπε τῷ ὁσίῳ· ἐγὼ προὔδωκά σε διὰ τὰς ἀκαταπαύστους βασάνους. Τότε δὲ ὁ ὅσιος Σάββας σπλαγχνισθεὶς τὸν μετανοοῦντα εἶπεν αὐτῷ· οὐ μνησικακῶ σοι. Πρόσχες μὴ πάλιν τὸ αὐτὸ πράξῃς. 

Μιμούμενος οὖν ὁ ὅσιος πατὴρ τὸν Χριστὸν καὶ τοὺς ἁγίους οὐκ εἶχε κακίαν, ἀλλὰ πνεῦμα θυσίας καὶ προσευχῆς, ὑπομένων ἐν σιωπῇ τὰ τῶν Βρεττανῶν δυναστῶν μαρτύρια. Παραμυθίαν ἔχων τὰ τοῦ Γυμνασίου μαθήματα, προθύμως ἐδιδάχθη ταῦτα ἐν τῇ εἱρκτῇ ὑπό τινων συναγωνιστῶν, οἵτινες ἦσαν διδάσκαλοι. 

Καὶ ὃ μὲν ἐκάλυπτε τὴν πολεμικὴν αὐτοῦ δρᾶσιν, ἥτις ἀβέβαιος ἐφαίνετο τοῖς ἐχθροῖς, τοῦτο δ’ ἐφανέρου τὸν βέβαιον πόθον τῆς ἱερωσύνης, ἤτοι τὸ μοναχικὸν ῥάσον, ὃ ἐνεδιδύσκετο. 

Οὗτος ὁ πόθος ἐνεδυναμώθη καὶ ὑπὸ τοῦ ὁράματος τούτου· διστάζων περὶ τῆς ἱερωσύνης, ἐφανερώθη τῷ ὁσίῳ στῦλος πυρὸς ἐκ γῆς ἄχρι οὐρανοῦ, ὅστις ἐδήλου τὸ ὕψος καὶ τὴν δύναμιν τῶν ἱερατικῶν εὐχῶν. Φοβούμενος δὲ ὁ ὅσιος εἶπε· ὦ Θεέ μου, τίς δύναται εἰσελθεῖν καὶ ἐξελθεῖν ἀβλαβὴς ἐκ τῆς καμίνου ταύτης; Ὦ Θεέ μου, ὦ Παναγία μου, προτιμότερόν μοί ἐστιν μὴ ἆραι τοιοῦτον ἀβάστακτον βάρος. Τότε δὲ ἠκούσθη ἐκ δεξιῶν αὐτοῦ φωνὴ γλυκυτάτη· ὦ τεκνίον, ἐὰν σύ, ὃν ὁ Υἱός μου διεφύλαξεν ἐν ψυχῇ καὶ σώματι ἁγνὸν, οὐχ ὑπηρετήσῃς τῷ Θεῷ, τίς τοῦτον ὑπηρετήσῃ; Ὁ πόρνος, ὁ μοιχός, ὁ κυβευτής, ὁ μέθυσος, ὁ βλάσφημος, ὁ ἄπιστος;  Τότε δὲ ἐν ἀπορίᾳ ὢν ὁ ὅσιος εἰ γένοιτ’ ἂν ἔγγαμος ἢ ἄγαμος ἱερεύς, φωνῆς ἤκουσε πάλιν λεγούσης· ὦ τεκνίον, ἄνοιξον τὴν Βίβλον τοῦ Υἱοῦ μου, καὶ οὗτος δείξει σοι τὸν δρόμον. Ποιήσας δὲ ὁ ὅσιος Σάββας τὸ σημεῖον τοῦ Σταυροῦ, προσεκύνησεν εὐλαβῶς τὴν Ἁγίαν Γραφὴν καὶ ἤνοιξεν αὐτήν. Ἡ Γραφὴ ἀνεῴχθη ἐν τῷ δεκάτῳ τετάρτῳ κεφαλαίῳ τῆς Ἀποκαλύψεως τοῦ Ἰωάννου τοῦ Θεολόγου, καὶ ὁ ὅσιος πατὴρ ἀνέγνω· οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. Οὕτως οὖν ὁ Κύριος ἔδειξε τῷ ὁσίῳ Σάββᾳ τῆς ἁγιότητος τὸν δρόμον. Ἐπεὶ δὲ ἦν ταπεινός, οὐκ ἔλεγεν ὅτι αὐτὸς εἶδε τὸ ὅραμα τοῦτο, ἀλλ’ ἄλλος τις μοναχός, ὁ πατὴρ Βίκτωρ.

Τῆς Κύπρου ἐλευθερωθείσης ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ ἐνάτῳ (1959) ὁ ὅσιος Σάββας χειροτονεῖται ὑπὸ τοῦ Ἀρχιεπισκόπου Κύπρου Μακαρίου Γ΄ διάκονος. Μετὰ δὲ τοῦτο μεταβαίνει εἰς Ἀθήνας καὶ διδάσκεται τὴν ἐπιστήμην τῆς Φιλολογίας καὶ τῆς Θεολογίας, ἣν ἐκ νεότητος ἐπόθει. Πρὸς τοῖσδε μαθητεύει δύο ἔτη ἐν τῇ Νομικῇ Σχολῇ Ἀθηνῶν. Ἀλλ’ ἡ θύραθεν παιδεία οὐκ ἐλαττοῖ τὴν κατὰ Χριστόν, ὅτι ἡ θύραθεν θεραπαινὶς γίνεται τοῦ θείου κηρύγματος, ὃ ἀσκεῖ ἐν τῷ Ἱερῷ Ναῷ Μεταμορφώσεως τοῦ Σωτῆρος Βύρωνος. 

Ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ τετάρτῳ (1964) χειροτονεῖται πρεσβύτερος ὑπὸ τοῦ Ἀρχιεπισκόπου Κύπρου Μακαρίου Γ΄. Μετὰ δὲ τοῦτο μεταβαίνει εἰς Βρυξέλλας, ἵνα διδαχθῇ τὴν ἐπιστήμην τῆς Θεολογίας. Ἰατρὸς γενόμενος τῶν τετραυματισμένων συναγωνιστῶν αὐτοῦ, οὐ καταλείπει τοὺς τετρωμένους ὑπὸ τοῦ πονηροῦ διαβόλου ἀδελφοὺς πρὸς χάριν τῆς ἐπιστήμης. Διὸ συγγράφει πραγματείαν περὶ τῆς ποιμαντικῆς τοῦ ἀσθενοῦς. Τὸ δὲ μέγιστον· ποιμαίνει τὸ ποίμνιον τῶν Ἑλλήνων τοῦ Βελγίου φυλάττων αὐτὸ ἀπὸ τῶν λύκων τῶν προβατοσχήμων, ἤτοι τῶν καλουμένων μαρτύρων τοῦ Ἰεχωβᾶ. 

Ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ (1968) ὁ ὅσιος Σάββας μεταβαίνει εἰς Ἀθήνας, ὅπου διακονεῖ ἐν τῷ Ἱερῷ Ναῷ τοῦ νοσοκομείου τοῦ Εὐαγγελισμοῦ οὐ παυόμενος τῆς παραμυθίας τῶν ἀσθενῶν. Ἀλλ’ ὅσον ἀγαπᾷ τοὺς ἀσθενεῖς ἀδελφούς, τοσοῦτον ἀγαπᾷ καὶ τὴν πάσχουσαν αὐτοῦ πατρίδα. Διὸ κατὰ τὴν εἰσβολὴν τῶν Ἀγαρηνῶν εἰς τὴν Κύπρον ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑβδομηκοστῷ τετάρτῳ (1974) σπεύδει πολεμῆσαι αὐτοῖς. 

Ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑβδομηκοστῷ ἕκτῳ (1976) ὁ ὅσιος Σάββας διακονεῖ εἰς τὸ ἱερὸν παρεκκλήσιον τοῦ Ἁγίου Κωνσταντίνου καὶ εἰς τὸ τοῦ Ἁγίου Στυλιανοῦ καὶ Ἁγίας Παρασκευῆς Καρέα Ἀττικῆς. Ἐκεῖ ἐρανίζει χρήματα πρὸς ἀνέγερσιν τοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Γεωργίου Καρέα. Ἀλλὰ ὁ κτίτωρ ναῶν κτίτωρ ψυχῶν ἀναδείκνυται. Ἀκαταπαύστως κατηχεῖ τοὺς νέους καὶ τοὺς ἐκεῖ πρόσφυγας ἐκ Ῥωσσίας διὰ τοῦ θείου κηρύγματος, οἵτινες μυοῦνται τὸ μυστήριον τῆς ἱερᾶς ἐξομολογήσεως. Πρὸς ἐπίρρωσιν τῶν ἔργων τούτων ἐρανίζει χρήματα καὶ πρὸς ἀνέγερσιν οἰκοδομήματός  τινος διὰ τὴν κατήχησιν, τὴν νεολαίαν καὶ τὰς ἑορτάς.

Ἐκεῖ ὁ στρατιώτης τῆς πατρίδος νῦν στρατιώτης τοῦ Χριστοῦ καταλέγεται, ὅτι θύει τὴν ζωὴν αὐτοῦ ὑπὲρ τοῦ ποιμνίου αὐτοῦ. 

Ἐκεῖ ὁ νικητὴς κατὰ τῶν δυναστῶν νῦν νικητὴς κατὰ τῶν δαιμόνων στέφεται, ὅτι διὰ νηστείας, προσευχῆς καὶ τῶν εὐχῶν τῶν Ἁγίων Πατέρων τὸν ἀόρατον ἐχθρὸν καθίστησιν ὁρατόν. Διώκει δὲ αὐτὸν ἐκ τῶν δαιμονιζομένων δημοσίᾳ, ὥσπερ ὁ Κύριος, καὶ τὰς μαγγανείας τῶν μάγων διαλύει.   

Ἐκεῖ ὁ ἰατρὸς τῶν τραυματιῶν νῦν ἰατρὸς τῶν ψυχῶν γίνεται, ὅτι οὐ μόνον θεραπεύει διὰ τῆς πρὸς τὸν Θεὸν παρρησίας καὶ τοῦ σημείου τοῦ Σταυροῦ νόσους σωματικάς, ἀλλὰ διδάσκει τὴν μετάνοιαν τὴν ἰαματικήν, παραμυθεῖται καὶ ἐλεεῖ τοὺς κοπιῶντας καὶ πεφορτισμένους.

Ἐκεῖ ὁ θεολόγος νῦν κῆρυξ πάσης τῆς οἰκουμένης ἀναδείκνυται, ὅτι οὐ σαγηνεύει τὰ πλήθη ῥητορεύων, ἀλλὰ τρέφει αὐτὰ διὰ τοῦ θείου λόγου, συνετῶς χρώμενος ταῖς μηχαναῖς τῆς εἰκόνος καὶ τοῦ ἤχου. Συγγράφει βιβλία οὐ δι’ ὑστεροφημίαν, ἀλλ’ ἵνα ἐγγραφῶσι τὰ τέκνα αὐτοῦ ἐν τῇ Βίβλῳ τῆς Ζωῆς. Τοὺς θεοπνεύστους προφήτας καὶ τὴν Ἀποκάλυψιν τοῦ Ἰωάννου διδάσκει, οὐχ ἵνα φοβήσῃ τοὺς πιστοὺς, ἀλλ’ ἵνα καλέσῃ αὐτοὺς εἰς μετάνοιαν. Τὸ κοσμικὸν φρόνημα ἀρνεῖται, οὐχ ὅτι τοὺς ἁμαρτωλοὺς ἀποστάτας βδελύσσεται, ἀλλ’ ὅτι αὐτό ἐστι αἰτία τῆς κατὰ τοῦ Θεοῦ ἀποστασίας. Τοὺς ἐν τῇ πορνείᾳ δούλους ἐξαγοράζει καὶ ἐλευθεροῖ· τοὺς νεναρκωμένους ζωοποιεῖ· εἰς τοὺς ἐν τῇ ἀχλύϊ τοῦ πάθους τοῦ καπνοῦ πνεῦμα δρόσου ἐμφυσᾷ· τοῖς μεθύσοις ὕδωρ ζῶν δίδωσι πιεῖν· τοὺς βλασφημοῦντας προσηνῶς νουθετεῖ· τοὺς ἐν κοσμικοῖς ἐνδύμασι καὶ γεγυμνωμένους τὴν πανοπλίαν τοῦ Θεοῦ ἐνδύει πρὸς τὸ δύνασθαι αὐτοὺς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.  

Καὶ ὃ μὲν οὐκ ἠδυνήθησαν αἱ κραυγαί, αἱ ἀπειλαὶ καὶ αἱ ἐπιθέσεις τῶν πονηρῶν δαιμόνων, τοῦτο δ’ ἠδυνήθη ὁ φθόνος τῶν ἀνθρώπων. Ὁ ὅσιος Σάββας, μισούμενος, ὡς ὁ ἅγιος Νεκτάριος Πενταπόλεως καὶ ἄλλοι ἅγιοι, ἀπεχώρησεν ἐκ τοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Γεωργίου Καρέα, ὅπου διηκόνησεν ἐπὶ εἴκοσι ἐννέα ἔτη. Μεταβὰς δὲ εἰς Ἐπιτάλιον Ἠλείας ἐκήρυξε τὸν θεῖον λόγον εἰς τὴν Ἱερὰν Μονὴν Ζωοδόχου Πηγῆς καὶ ἐκοιμήθη ἐν Κυρίῳ τῇ Γ΄ τοῦ μηνὸς Αὐγούστου ἐν ἔτει δισχιλιοστῷ δεκάτῳ ἕκτῳ (2016).

Χαίροις Κύπρου καύχημα ἱερόν,* ὁ ὑπὲρ πατρίδος καὶ τῆς πίστεως πολεμῶν∙* ἐν ἐπουρανίῳ πατρίδι νῦν ὑπάρχων* τοὺς δαίμονας διώκεις,* Σάββα στερρόψυχε.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.



Πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου