Το ψηφιδωτό της Θεοτόκου (Βρεφοκρατούσας) στην Αγιά Σοφιά, στην Κωνσταντινούπολη.

Διά τὴν Πόλῐν

Διά τὴν Πόλῐν πολεμήσομεν
Μαρμαρωμένος βασιλεύς ἐστί ὁ δῆμος ὁ ἑλληνικός
Τήν ῥίζᾰν αὐτοῦ εὑρήσει
Αἱ θάλατται, τά Μυστήρια τῆς Ἐλευσῖνος, αἱ ἐκκλησίαι
Τὰ ἄπιστᾰ ὄντα λήψονται τὸ Μέγιστον Φῶς
Περιμένω τὴν στιγμήν διά τὴν Πόλῐν
Διά τὸν Ναόν τῆς τοῦ Θεοῦ Σοφίᾱς

Η Ελλάς Ευγνωμονούσα, Θεόδωρος Βρυζάκης (1858)
Κι ὅμως δὲν πίστεψα
Ὅρους ἀντέστρεψα
Εἶμαι ὁ Ἕλληνας ποὺ πολεμᾶ
Εἶπαν πὼς χάθηκα
Δρόμους μου χάραξαν
Ἔμεινα μόνος μου κι ὅμως ἐπέζησα
Ἔζησα στὴ φωτιά

Αλέξανδρος (Άλεξ) Παναγή, Στὴ φωτιά (Eurovision 1995)

Τρίτη 30 Ιανουαρίου 2024

Άγιοι Τρεις Ιεράρχες



Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους,
Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ.
Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις,
Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν.
Ἔαρ χελιδὼν οὐ καθίστησι μία·
Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ.
Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,
Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην.
Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας,
Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως·
Κὰλλoς γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος,
Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας.
Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν,
Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας,
Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων,
Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν.
Κτίσιν συνιστᾷ τὴν δὲ τὴν ὁρωμένην,
Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις.
Οἱ δ᾿ αὖ συνιστῶντές τε κόσμον τὸν μέγαν,
Τὴν πρὸς Θεόν τε Πίστιν, ὡς ἄλλην κτίσιν
Στοιχειακῆς φέρουσι Τριάδος τύπον.
Μέλει γὰρ αὐτοῖς οὐδενὸς τῶν γηΐνων,
Καὶ γήϊνον νοῦν ἔσχον οὐδὲν ἐν λόγοις.
Ὁ Γρηγόριος γὰρ πῦρ πνέει νοῦς τὸν λόγον,
Πρὸς ὕψος αὖ πείθοντα πάντα ἐκτρέχειν.
Τοῖς λιποθυμήσασι δ᾿ ἐκ παθῶν πάλιν,
Ἀναπνοὴ τις οἱ Βασιλείου λόγοι.
Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων,
Ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος,
Τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.
Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν,
Ἐκ τῆς χθονὸς φέρουσι τοῖς τούτων λόγοις.

Λάμψεν ἑνὶ τριακοστῇ χρυσοτρισήλιος αἴγλη.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου


ΕΠΙΣΚΕΠΤΕΣ