Σπεύδεις ὀκλάζων, Κλαύδιε, πρὸς σὸν γόνυ,
Τομῇ κεφαλῆς, πρὸς Θεοῦ δραμεῖν γόνυ.
Πέμπτῃ Κλαυδίου κεφαλὴν τάμε χεὶρ φονόεσσα.
Κατά πασά πιθανότητα είναι οι ίδιοι με αυτούς της 31 Ιανουαρίου.
Λειτουργικά κείμενα
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Έτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος β’. Θείας πίστεως.
Θείας πίστεως, τὴ ἀναλάμψει, ὁ ἐπτάριθμος, Μαρτύρων δῆμος, ὡς λυχνία ἀνεδείχθης ἐπτάφωτος, ταὶς τῶν ἀγώνων ἐνθέοις λαμπρότησι, φωταγωγοῦντες τοὺς πίστει κραυγάζοντας. Θεῖοι Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Ὡς στρατιῶται Χριστοῦ ἀκατάπληκτοι, τὰς ἐναντίον ἀρχάς ἐτροπώσασθε, φαιδρῶς συννημένοι τῷ πνεύματι, καὶ ὁμοφώνως κραυγάζοντες Μάρτυρες· Χριστός τῶν ἀθλούντων ὁ στέφανος.
Μεγαλυνάριον
Κλαύδιον Οὐΐκτωρα τὸν σεπτόν, σὺν Οὐϊκτωρίνῳ, καὶ Παππίᾳ τῷ ἱερῷ, καὶ σὺν Διοδώρῳ, τὸν θεῖον Νικηφόρον, ὁμοῦ καὶ Σεραπίωνα μακαρίσωμεν.
Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς πολυτρόπους αἰκισμοὺς ἐνεγκόντες, ἐν ἀπτοήτῳ λογισμῷ Ἀθλοφόροι, ὑπὲρ ἡλίου λάμπετε φαιδρότητα· ὅθεν τὴν φαιδρὰν ὑμῶν, ἑορτάζομεν μνήμην, πίστει ἱκετεύοντες, ταῖς ὑμῶν μεσιτείαις, ἁμαρτημάτων λύτρωσιν λαβεῖν, καὶ αἰωνίων καλῶν τὴν ἀπόλαυσιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου