Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου
Πρὸς τοὺς νέους, ὅπως ἂν ἐξ ἑλληνικῶν ὠφελοῖντο λόγων
Πρὸς τοὺς ἐφήβους, γιὰ τὸ πῶς θὰ μποροῦσαν νὰ ἀντλήσουν
ὄφελος ἀπὸ τὴν κλασσικὴ ἑλληνικὴ γραμματεία (Μέρος Γʹ)
(μὲ παράλληλη ἀπόδοση στὴν δημοτική)
ΕΝΑΣ ΑΞΙΟΔΑΚΡΥΤΟΣ ΗΝΙΟΧΟΣ
9. Τί οὖν ποιῶμεν; φαίη τις ἄν. Τί ἄλλο γε ἢ τῆς ψυχῆς ἐπιμέλειαν ἔχειν, πᾶσαν σχολὴν ἀπὸ τῶν ἄλλων ἄγοντας; Οὐ δὴ οὖν τῷ σώματι δουλευτέον, ὅτι μὴ πᾶσα ἀνάγκη· ἀλλὰ τῇ ψυχῇ τὰ βέλτιστα ποριστέον, ὥσπερ ἐκ δεσμωτηρίου τῆς πρὸς τὰ τοῦ σώματος πάθη κοινωνίας αὐτὴν διὰ φιλοσοφίας λύοντας, ἅμα δὲ καὶ τὸ σῶμα τῶν παθῶν κρεῖττον ἀπεργαζομένους, γαστρὶ μέν γε τὰ ἀναγκαῖα ὑπηρετοῦντας, οὐχὶ τὰ ἥδιστα, ὡς οἵ γε τραπεζοποιούς τινας καὶ μαγείρους περινοοῦντες, καὶ πᾶσαν διερευνώμενοι γῆν τε καὶ θάλασσαν, οἷόν τινι χαλεπῷ δεσπότῃ φόρους ἀπάγοντες, ἐλεεινοὶ τῆς ἀσχολίας, τῶν ἐν ἅδου κολαζομένων οὐδὲν πάσχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες, καὶ κοσκίνω φέροντες ὕδωρ, καὶ εἰς τετρημένον ἀντλοῦντες πίθον, οὐδὲν πέρας τῶν πόνων ἔχοντες. Κουρὰς δὲ καὶ ἀμπεχόνας ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, ἢ δυστυχούντων ἐστί, κατὰ τὸν Διογένους λόγον, ἢ ἀδικούντων. Ὥστε καλλωπιστὴν εἶναι καὶ ὀνομάζεσθαι ὁμοίως αἰσχρὸν ἡγεῖσθαί φημι δεῖν τοὺς τοιούτους ὡς τὸ ἑταιρεῖν ἢ ἀλλοτρίοις γάμοις ἐπιβουλεύειν.
Τί γὰρ ἂν διαφέροι, τῷ γε νοῦν ἔχοντι, ξυστίδα ἀναβεβλῆσθαι, ἤ τι τῶν φαύλων ἱμάτιον φέρειν, ἕως ἂν μηδὲν ἐνδέη τοῦ πρὸς χειμῶνά τε εἶναι καὶ θάλπος ἀλεξητήριον; Καὶ τἄλλα δὴ τὸν αὐτὸν τρόπον μὴ περιττότερον τῆς χρείας κατεσκευάσθαι, μηδὲ περιέπειν τὸ σῶμα πλέον ἢ ὡς ἄμεινον τῇ ψυχῇ. Οὐχ ἧττον γὰρ ὄνειδος ἀνδρί, τῷ γε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξίω, καλλωπιστὴν καὶ φιλοσώματον εἶναι, ἢ πρὸς ἄλλο τι τῶν παθῶν ἀγεννῶς διακεῖσθαι. Τὸ γὰρ τὴν πᾶσαν σπουδὴν εἰσφέρεσθαι ὅπως ὡς κάλλιστα αὐτῷ τὸ σῶμα ἕξοι οὐ διαγινώσκοντός ἐστιν ἑαυτόν, οὐδὲ συνιέντος τοῦ σοφοῦ παραγγέλματος, ὅτι οὐ τὸ ὁρώμενόν ἐστιν ὁ ἄνθρωπος, ἀλλά τινος δεῖ περιττοτέρας σοφίας, δι᾿ ἧς ἕκαστος ἡμῶν ὅστις ποτέ ἐστιν ἑαυτὸν ἐπιγνώσεται.
Τοῦτο δὲ μὴ καθηραμένοις τὸν νοῦν ἀδυνατώτερον ἢ λημῶντι πρὸς τὸν ἥλιον ἀναβλέψαι. Κάθαρσις δὲ ψυχῆς, ὡς ἀθρόως τε εἰπεῖν καὶ ὑμῖν ἱκανῶς, τὰς διὰ τῶν αἰσθήσεων ἡδονὰς ἀτιμάζειν· μὴ ὀφθαλμοὺς ἑστιᾶν ταῖς ἀτόποις τῶν θαυματοποιῶν ἐπιδείξεσιν, ἢ σωμάτων θέαις ἡδονῆς κέντρον ἐναφιέντων, μὴ διὰ τῶν ὤτων διεφθαρμένην μελῳδίαν τῶν ψυχῶν καταχεῖν. Ἀνελευθερίας γὰρ δὴ καὶ ταπεινότητος ἔκγονα πάθη ἐκ τοῦ τοιοῦδε τῆς μουσικῆς εἴδους ἐγγίνεσθαι πέφυκεν. Ἀλλὰ τὴν ἑτέραν μεταδιωκτέον ἡμῖν, τὴν ἀμείνω τε καὶ εἰς ἄμεινον φέρουσαν, ᾗ καὶ Δαβὶδ χρώμενος, ὁ ποιητὴς τῶν ἱερῶν ᾀσμάτων, ἐκ τῆς μανίας, ὥς φασι, τὸν βασιλέα καθίστη. Λέγεται δὲ καὶ Πυθαγόραν, κωμασταῖς περιτυχόντα μεθύουσι, κελεῦσαι τὸν αὐλητὴν τὸν τοῦ κώμου κατάρχοντα, μεταβαλόντα τὴν ἁρμονίαν, ἐπαυλῆσαί σφισι τὸ Δώριον· τοὺς δὲ οὕτως ἀναφρονῆσαι ὑπὸ τοῦ μέλους ὥστε τοὺς στεφάνους ῥίψαντας, αἰσχυνομένους ἐπανελθεῖν. Ἕτεροι δὲ πρὸς αὐλὸν κορυβαντιῶσι καὶ ἐκβακχεύονται. Τοσοῦτόν ἐστι τὸ διάφορον ὑγιοῦς ἢ μοχθηρᾶς μελωδίας ἀναπλησθῆναι. Ὥστε τῆς νῦν δὴ κρατούσης ταύτης ἧττον ὑμῖν μεθεκτέον ἢ οὑτινοσοῦν τῶν προδήλως αἰσχίστων. Ἀτμούς γε μὴν παντοδαποὺς ἡδονὴν ὀσφρήσει φέροντας τῷ ἀέρι καταμιγνύναι, ἢ μύροις ἑαυτοὺς ἀναχρώννυσθαι, καὶ ἀπαγορεύειν αἰσχύνομαι. Τί δ᾿ ἄν τις εἴποι περὶ τοῦ μὴ χρῆναι τὰς ἐν ἁφῇ καὶ γεύσει διώκειν ἡδονάς, ἢ ὅτι καταναγκάζουσιν αὗται τοὺς περὶ τὴν ἑαυτῶν θήραν ἐσχολακότας, ὥσπερ τὰ θρέμματα, πρὸς τὴν γαστέρα καὶ τὰ ὑπ᾿ αὐτὴν συννενευκότας ζῆν;
Ἑνὶ δὲ λόγῳ, παντὸς ὑπεροπτέον τοῦ σώματος τῷ μὴ ὡς ἐν βορβόρῳ ταῖς ἡδοναῖς αὐτοῦ κατορωρύχθαι μέλλοντι, ἢ τοσοῦτον ἀνθεκτέον αὐτοῦ ὅσον, φησὶ Πλάτων, ὑπη ρεσίαν φιλοσοφία κτωμένους, ἐοικότα που λέγων τῷ Παύλῳ, ὃς παραινεῖ μηδεμίαν χρῆναι τοῦ σώματος πρόνοιαν ἔχειν εἰς ἐπιθυμιῶν ἀφορμήν. Ἢ τί διαφέρουσιν οἳ τοῦ μὲν σώματος, ὡς ἂν κάλλιστα ἔχοι, φροντίζουσι, τὴν δὲ χρησομένην αὐτῷ ψυχὴν ὡς οὐδενὸς ἀξίαν περιορῶσι, τῶν περὶ τὰ ὄργανα σπουδαζόντων, τῆς δὲ δι᾿ αὐτῶν ἐνεργούσης τέχνης καταμελούντων; Πᾶν μὲν οὖν τοὐναντίον κολάζειν αὐτὸ καὶ κατέχειν, ὥσπερ θηρίου τὰς ὁρμάς, προσῆκε καὶ τοὺς ἀπ᾿ αὐτοῦ θορύβους ἐγγινομένους τῇ ψυχῇ οἱονεὶ μάστιγι τῷ λογισμῷ καθικνουμένους κοιμίζειν, ἀλλὰ μὴ πάντα χαλινὸν ἡδονῆς ἀνέντας περιορᾶν τὸν νοῦν ὥσπερ ἡνίοχον ὑπὸ δυσηνίων ἵππων ὕβρει φερομένων παρασυρόμενον ἄγεσθαι· καὶ τοῦ Πυθαγόρου μεμνῆσθαι, ὃς τῶν συνόντων τινὰ καταμαθὼν γυμνασίοις τε καὶ σιτίοις ἑαυτὸν εὖ μάλα κατασαρκοῦντα· «Οὗτος, ἔφη, οὐ παύση χαλεπώτερον σεαυτῷ κατασκευάζων τὸ δεσμωτήριον;» Διὸ δὴ καὶ Πλάτωνά φασι, τὴν ἐκ σώματος βλάβην προειδόμενον, τὸ νοσῶδες χωρίον τῆς Ἀττικῆς τὴν Ἀκαδημίαν καταλαβεῖν ἐξεπίτηδες, ἵνα τὴν ἄγαν εὐπάθειαν τοῦ σώματος, οἷον ἀμπέλου τὴν εἰς τὰ περιττὰ φοράν, περικόπτοι. Ἐγὼ δὲ καὶ σφαλερὰν εἶναι τὴν ἐπ᾿ ἄκρον εὐεξίαν ἰατρῶν ἤκουσα.
Ὅτε τοίνυν ἡ ἄγαν αὕτη τοῦ σώματος ἐπιμέλεια αὐτῷ τε ἀλυσιτελὴς τῷ σώματι, καὶ πρὸς τὴν ψυχὴν ἐμπόδιόν ἐστι, τό γε ὑποπεπτωκέναι τούτῳ καὶ θεραπεύειν μανία σαφής. Ἀλλὰ μὴν εἰ τούτου γε ὑπερορᾶν μελετήσαιμεν, σχολῇ γ᾿ ἂν ἄλλο τι τῶν ἀνθρωπίνων θαυμάσαιμεν. Τί γὰρ ἔτι χρησόμεθα πλούτω, τὰς διὰ τοῦ σώματος ἡδονὰς ἀτιμάζοντες; Ἐγὼ μὲν οὐχ ὁρῶ, πλὴν εἰ μή, κατὰ τοὺς ἐν τοῖς μύθοις δράκοντας, ἡδονήν τινα φέροι θησαυροῖς κατορωρυγμένοις ἐπαγρυπνεῖν. Ὅ γε μὴν ἐλευθερίως πρὸς τὰ τοιαῦτα διακεῖσθαι πεπαιδευμένος πολλοῦ ἂν δέοι ταπεινόν τι καὶ αἰσχρὸν ἔργῳ ἢ λόγῳ ποτὲ προελέσθαι. Τὸ γὰρ τῆς χρείας περιττότερον, κἂν Λύδιον ἦ ψῆγμα, κἂν τῶν μυρμήκων ἔργον τῶν χρυσοφόρων, τοσούτῳ πλέον ἀτιμάσει ὅσωπερ ἂν ἧττον προσδέηται· αὐτὴν δὲ δήπου τὴν χρείαν τοῖς τῆς φύσεως ἀναγκαίοις, ἀλλ᾿ οὐ ταῖς ἡδοναῖς ὁριεῖται. Ὡς οἵ γε τῶν ἀναγκαίων ὅρων ἔξω γενόμενοι, παραπλησίως τοῖς κατὰ τοῦ πρανοῦς φερομένοις, πρὸς οὐδὲν στάσιμον ἔχοντες ἀποβῆναι, οὐδαμοῦ τῆς εἰς τὸ πρόσω φορᾶς ἵστανται· ἀλλ᾿ ὅσωπερ ἂν πλείω προσπεριβάλωνται, τοῦ ἴσου δέονται ἢ καὶ πλείονος πρὸς τὴν τῆς ἐπιθυμίας ἐκπλήρωσιν, κατὰ τὸν Ἐξηκεστίδου Σόλωνα, ὅς φησι·
Πλούτου δ᾿ οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται.
Τῷ δὲ Θεόγνιδι πρὸς ταῦτα διδασκάλῳ χρηστέον λέγοντι·
Οὐκ ἔραμαι πλουτεῖν, οὔτ᾿ εὔχομαι, ἀλλά μοι εἴη ζῆν ἀπὸ τῶν ὀλίγων, μηδὲν ἔχοντι κακόν.
Ἐγὼ δὲ καὶ Διογένους ἄγαμαι τὴν πάντων ὁμοῦ τῶν ἀνθρωπίνων ὑπεροψίαν, ὅς γε καὶ βασιλέως τοῦ μεγάλου ἑαυτὸν ἀπέφηνε πλουσιώτερον, τῷ ἐλαττόνων ἢ ἐκεῖνος κατὰ τὸν βίον προσδεῖσθαι. Ἡμῖν δὲ ἄρα εἰ μὴ τὰ Πυθίου τοῦ Μυσοῦ προσείη τάλαντα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ βοσκημάτων ἐσμοὶ πλείους ἢ ἀριθμῆσαι, οὐδὲν ἐξαρκέσει; Ἀλλ᾿, οἶμαι, προσήκει ἀπόντα τε μὴ ποθεῖν τὸν πλοῦτον, καὶ παρόντος μὴ τῷ κεκτῆσθαι μᾶλλον φρονεῖν ἢ τῷ εἰδέναι αὐτὸν εὖ διατίθεσθαι. Τὸ γὰρ τοῦ Σωκράτους εὖ ἔχει· ὃς μέγα φρονοῦντος πλουσίου ἀνδρὸς ἐπὶ τοῖς χρήμασιν, οὐ πρότερον αὐτὸν θαυμάσειν ἔφη πρὶν ἂν καὶ ὅτι κεχρῆσθαι τούτοις ἐπίσταται πειραθῆναι. Ἢ Φειδίας μὲν καὶ Πολύκλειτος, εἰ τῷ χρυσίῳ μέγα ἐφρόνουν καὶ τῷ ἐλέφαντι ὧν ὁ μὲν Ἠλείοις τὸν Δία, ὁ δὲ τὴν Ἥραν Ἀργείοις ἐποιησάτην, καταγελάστω ἂν ἤστην ἀλλοτρίῳ πλούτῳ καλλωπιζόμενοι, ἀφέντες τὴν τέχνην, ὑφ᾿ ἧς καὶ ὁ χρυσὸς ἡδίων καὶ τιμιώτερος ἀπεδείχθη· ἡμεῖς δέ, τὴν ἀνθρωπείαν ἀρετὴν οὐκ ἐξαρκεῖν ἑαυτῇ πρὸς κόσμον ὑπολαμβάνοντες, ἐλάττονος αἰσχύνης ἄξια ποιεῖν οἰόμεθα;
Ἀλλὰ δῆτα πλούτου μὲν ὑπεροψόμεθα, καὶ τὰς διὰ τῶν αἰσθήσεων ἡδονὰς ἀτιμάσομεν, κολακείας δὲ καὶ θωπείας διωξόμεθα, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος τὸ κερδαλέον τε καὶ ποικίλον ζηλώσομεν; Ἀλλ᾿ οὐκ ἔστιν ὃ μᾶλλον φευκτέον τῷ σωφρονοῦντι τοῦ πρὸς δόξαν ζῆν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου, ὥστε, κἂν πᾶσιν ἀνθρώποις ἀντιλέγειν, κἂν ἀδοξεῖν καὶ κινδυνεύειν ὑπὲρ τοῦ καλοῦ δέη, μηδὲν αἱρεῖσθαι τῶν ὀρθῶς ἐγνωσμένων παρακινεῖν. Ἢ τὸν μὴ οὕτως ἔχοντα τί τοῦ Αἰγυπτίου σοφιστοῦ φήσομεν ἀπολείπειν, ὃς φυτὸν ἐγίγνετο καὶ θηρίον, ὁπότε βούλοιτο, καὶ πῦρ καὶ ὕδωρ καὶ πάντα χρήματα; εἴπερ δὴ καὶ αὐτὸς νῦν μὲν τὸ δίκαιον ἐπαινέσεται παρὰ τοῖς τοῦτο τιμῶσι, νῦν δὲ τοὺς ἐναντίους ἀφήσει λόγους, ὅταν τὴν ἀδικίαν εὐδοκιμοῦσαν αἴσθηται, ὅπερ δίκης ἐστὶ κολάκων. Καὶ ὥσπερ φασὶ τὸν πολύποδα τὴν χρόαν πρὸς τὴν ὑποκειμένην γῆν, οὕτως αὐτὸς τὴν διάνοιαν πρὸς τὰς τῶν συνόντων γνώμας μεταβαλεῖται.
9. Ἀλλά, θὰ πεῖ κανείς: Τί πρέπει, λοιπόν, νὰ κάνουμε; Ἁπλούστατα: τίποτε ἄλλο παρὰ νὰ παραμερίσουμε τὸ κάθε τι καὶ νὰ μεριμνήσουμε γιὰ τὴν ψυχή. Δὲν πρέπει νὰ εἴμαστε ὑποταγμένοι στὸ σῶμα, χωρὶς ἀπόλυτη ἀνάγκη. Ἀλλὰ νὰ παρέχουμε στὴν ψυχὴ ὅ,τι τὸ πιὸ καλό, χρησιμοποιώντας τὴ σωστὴ σκέψη καὶ λύνοντας τὴν ἔτσι ἀπὸ τὰ δεσμὰ τῶν παθῶν τοῦ σώματος, ποὺ εἶναι κατὰ κάποιο τρόπο ἡ φυλακή της. Καί, παράλληλα κάνοντας τὸ σῶμα ἀνώτερο ἀπὸ τὰ πάθη. Λόγου χάρη, παρέχοντας στὸ στομάχι ὅ,τι εἶναι ἀναγκαῖο κι ὄχι ὅ,τι εἶναι εὐχάριστο. Ὑπάρχουν ἄνθρωποι, ποὺ ψάχνουν σὲ στεριὲς καὶ σὲ θάλασσες, γιὰ νὰ βροῦν σπουδαίους μαγείρους καὶ τραπεζοποιούς, λὲς καὶ τοὺς πρόσταξε νὰ τὸ κάνουν κάποιος ἀπαιτητικὸς ἡγεμόνας, σὰν φόρο στὴ βουλιμία του. Εἶναι ἄνθρωποι γιὰ κλάματα. Δεινοπαθοῦν ὅπως οἱ κολασμένοι στὸν ᾅδη. Καὶ γιὰ ποιὸ λόγο; Ὅπως λέγει ἡ παροιμία, κουβαλοῦν νερὸ μὲ κόσκινο σὲ τρύπιο πιθάρι κι οἱ κόποι τους τέλος δὲν ἔχουν. Κι ἡ περίσσια περιποίηση τῶν μαλλιῶν καὶ τοῦ ντυσίματος εἶναι, κατὰ τὰ λεγόμενα τοῦ Διογένη, ἀπασχόληση ἀνθρώπων ἀδίκων ἢ δυστυχισμένων. Τὸ νὰ εἶναι κανεὶς κομψευόμενος ἢ καὶ τὸ νὰ λέγεται τέτοιος, εἶναι τὸ ἴδιο περίπου σὰν νὰ μιμεῖται τὶς ἑταῖρες ἢ νὰ ἐπιβουλεύεται τὴν οἰκογενειακὴ τιμὴ τοῦ πλησίον του.
Τί διαφορά, γιὰ τὸν φρόνιμο ἄνθρωπο, ἀνάμεσα στὸ πολυτελὲς καὶ στὸ ἁπλῶς πρακτικὸ ροῦχο, μιὰ καὶ τὸ τελευταῖο κάνει τὴ δουλειά του, προστατεύοντας τὸ σῶμα ἀπὸ τὸ χειμωνιάτικο κρύο κι ἀπὸ τὸ κάμα τοῦ καλοκαιριοῦ; Καὶ γιὰ ὅλα τὰ ἄλλα, πάλι, τὸ ἴδιο ἰσχύει: νὰ μὴ ξεπερνοῦν τὸ μέτρο τῆς λογικῆς ἀνάγκης κι οὔτε νὰ κολακεύουν τὸ σῶμα σὲ βάρος τοῦ συμφέροντος τῆς ψυχῆς. Ὁ ἄνθρωπος ποὺ ἀξίζει νὰ λέγεται ἄνθρωπος, θεωρεῖ ἴδια ντροπὴ τὸ νὰ εἶναι κομψευόμενος καὶ ὑπηρέτης τοῦ κορμιοῦ, ὅπως καὶ τὸ νὰ εἶναι ὑποδουλωμένος σὲ ὁποιοδήποτε ἄλλο πάθος. Ὅποιος κάνει τὸ πᾶν γιὰ τὴν ἐκζήτηση στὴ σωματική του ἐμφάνιση, ἀποδείχνει ὅτι δὲν ἔχει συνείδηση τῆς ἀληθινῆς ἀνθρώπινης ἀξίας. Δὲν καταλαβαίνει τὸ σοφὸ γνωμικό, ποὺ λέγει: ἄνθρωπος δὲν εἶναι ὅ,τι φαίνεται ἀπ᾿ ἔξω. Πρέπει, μὲ ὑψηλότερη σκέψη, νὰ καταλαβαίνουμε τί πραγματικὰ εἴμαστε ὁ καθένας.
Γιὰ νὰ γίνει αὐτό, χρειάζεται ψυχὴ καθαρὴ πιὸ πολὺ ἀπ᾿ ὅ,τι γιὰ νὰ δεῖ κανεὶς τὸν ἥλιο μὲ γερὰ μάτια. Καὶ τί σημαίνει, μὲ λίγα λόγια, καθαρὴ ψυχή; Περιφρόνηση τῶν σωματικῶν ἀπολαύσεων. Δηλαδὴ νὰ μὴν τρέφουμε τὴν ὅρασή μας μὲ τὰ ἄτοπα θεάματα τῶν θαυματοποιῶν. Νὰ μὴν ἐκθέτουμε γυμνὰ τὰ σώματα, πρᾶγμα ποὺ προκαλεῖ τὴν ἡδονὴ ἄμεσα. Νὰ μὴν ἀκοῦμε μεθυστικὰ τραγούδια γιὰ τὴν ψυχή, μὲ ἄσεμνο περιεχόμενο, μιὰ καὶ τέτοια μουσικὴ δίνει ζωὴ σὲ πάθη ποὺ ὑποδουλώνουν κι ἐξευτελίζουν τὸν ἄνθρωπο. Ἄλλη εἶναι ἡ μουσικὴ ποὺ ταιριάζει σὲ μᾶς. Μιὰ μουσικὴ ποὺ εἶναι καλύτερη κι ὑψώνει στὸ καλύτερο. Ἐκείνη ποὺ μεταχειριζόταν κι ὁ Δαβίδ, ὁ ποιητὴς τῶν ψαλμῶν τῆς Παλαιᾶς Διαθήκης, γιὰ νὰ κατασιγάσει τὴν ἐξαλλοσύνη τοῦ βασιλιὰ Σαούλ. Κάτι παρόμοιο λέγεται καὶ γιὰ τὸν φιλόσοφο καὶ μαθηματικὸ Πυθαγόρα. Κάποτε συναπάντησε μεθυσμένους, ποὺ βρίσκονταν σὲ εὐθυμία. Πρόσταξε, λοιπόν, τὸν αὐλητή, ποὺ τοὺς συνόδευε, ν᾿ ἀλλάξει σκοπὸ καὶ νὰ παίξει δωρικὴ μελῳδία. Τότε, κάτω ἀπὸ τὴν ἐπίδρασή της, ἦλθαν στὰ συγκαλά τους, πέταξαν τὰ στεφάνια καὶ τράβηξαν γιὰ τὰ σπίτια τους γεμάτοι ντροπή. Ἄλλοι πάλι, κάτω ἀπὸ τοὺς ἤχους τοῦ αὐλοῦ, μεταβάλλονται σὲ Κορύβαντες καὶ Βάκχες. Τόσο διαφέρει στὴν ἐπίδρασή της ἡ καλὴ ἀπὸ τὴν ἀνήθικη μουσική. Λοιπόν, τὸ πρῶτο ποὺ πρέπει νὰ ἀποφεύγετε ἀπ᾿ ὅσα καταφάνερα αἰσχρὰ πράγματα ὑπάρχουν, εἶναι ἡ μάθηση τῆς μουσικῆς ποὺ ἔχει σήμερα πέραση. Καὶ τὸ νὰ ἀνακατεύετε τὴν ἀτμόσφαιρα μὲ λογιῶν-λογιῶν ἀναθυμιάσεις, ποὺ ἡδονίζουν τὴν ὄσφρηση, ἢ τὸ νὰ φορᾶτε ἀρώματα, ντρέπομαι ἀκόμα καὶ νὰ τὰ ἀπαγορέψω. Ὅσο γιὰ τὶς ἡδονὲς τῆς ἐπαφῆς καὶ τῆς γεύσεως, τί νὰ πῶ ἄλλο ἀπὸ τὸ ὅτι ὑποχρεώνουν ὅσους τοὺς ἔχουν δοθεῖ νὰ ζοῦνε σὰν κτήνη, ἔχοντας ἐνδιαφέρον μονάχα γιὰ τὴν κοιλιὰ κι ὅ,τι εἶναι κάτω ἀπὸ τὴν κοιλιά;
Ἂς τὸ πῶ, σύντομα: ὅποιος δὲν θέλει νὰ βουλιάξει στὸ βόρβορο τῶν σωματικῶν ἡδονῶν, πρέπει νὰ περιφρονήσει ὅλο τὸ σῶμα, ἢ νὰ τὸ φροντίζει τόσο μονάχα ὅσο τοῦ χρειάζεται γιὰ νὰ τὸ ἔχει βοηθὸ στὴ φιλοσοφία, ὅπως λέγει ὁ Πλάτων κι ὅπως λέγει ὁ Παῦλος συμβουλεύοντας νὰ μὴ φροντίζουμε γιὰ τὸ σῶμα κατὰ τρόπο ποὺ νὰ δίνει λαβὴ σὲ ἐπιθυμίες. Ὅσοι φροντίζουν γιὰ νὰ εἶναι καλὰ τὸ σῶμα καὶ τὴν ψυχή, ποὺ θὰ χρησιμοποιήσει τὸ σῶμα, τὴν παραμελοῦν σὰν ἀνάξια λόγου, εἶναι ἴδιοι με ὅσους νοιάζονται πολὺ γιὰ τὰ ἐργαλεῖα, ἀλλὰ δὲν τοὺς νοιάζει γιὰ τὴν τέχνη, ποὺ τὰ χρησιμοποιεῖ. Τὸ ἀντίθετο πρέπει νὰ γίνεται. Νὰ τιμωροῦν τὸ σῶμα. Νὰ καταπτοοῦν τὶς ὁρμές του σὰν θηρία. Νὰ παίρνουν τὴν ὀρθὴ σκέψη σὰν βούρδουλα καὶ νὰ μαστιγώνουν καὶ νὰ ἀποκοιμίζουν τὴν τρικυμία τῆς ψυχῆς, ποὺ προκαλεῖται ἀπὸ τὸ σῶμα. Κι ὄχι ἀμολώντας κάθε χαλινάρι γιὰ τὴν ἡδονή, ν᾿ ἀφήνουν τὴν ψυχὴ στὸ κατάντημα ἄτυχου ἡνιόχου, ποὺ τὸν πᾶνε κατὰ κρημνῶν ἀτίθασα κι ὁρμητικὰ ἄλογα. Ἂς θυμοῦνται καὶ τὸ ἑξῆς ἀπὸ τὴ ζωὴ τοῦ Πυθαγόρα: κάποτε, σὰν εἶδε ἕνα φίλο του, ποὺ μὲ τὴν καλοφαγία καὶ τὶς σωματικὲς ἀσκήσεις, εἶχε κάνει κορμὶ ἐντυπωσιακό, τοῦ εἶπε: Δὲν παύεις, φίλε μου νὰ φτιάχνεις τὴ φυλακή σου πιὸ δύσκολη; Λένε καὶ γιὰ τὸν Πλάτωνα: προβλέποντας τὶς ζημιές, ποὺ θὰ τοῦ προκαλοῦσε τὸ κορμί, ἐγκαταστάθηκε ἐξεπίτηδες στὴν Ἀκαδημία, τόπο τῆς Ἀττικῆς νοσηρό, γιὰ νὰ κόψει ἔτσι τὴν ὑπερβολικὴ εὐαισθησία τοῦ σώματος, ὅπως κόβουν τὸ περίσσιο φύλλωμα τοῦ ἀμπελιοῦ. Ἐγὼ μάλιστα ἄκουσα τοὺς γιατροὺς νὰ λένε ὅτι ἡ πολλὴ ὑγεία εἶναι κάτι τὸ ἐπικίνδυνο.
Μιά, λοιπόν, ποὺ ἡ περίσσια φροντίδα γιὰ τὸ σῶμα εἶναι καὶ στὸ ἴδιο ἄχρηστη καὶ στὴν ψυχὴ ἐμπόδιο, εἶναι σωστὴ ἀφροσύνη τὸ νὰ ἐξαρτᾶμε ὅλα ἀπὸ τὸ σῶμα καὶ νὰ εἴμαστε σκλάβοι του. Κανένα ἄλλο ἀνθρώπινο πρᾶγμα δὲν ἀξίζει τόσο θαυμασμὸ ὅσο ἡ ἄσκηση στὴν περιφρόνηση τοῦ σώματος. Δὲν καταλαβαίνω, λόγου χάρη, τί θὰ τὸν χρειασθοῦμε τὸν πλοῦτο, ὅταν ἔχουμε καταπατήσει τὶς σωματικὲς ἡδονές. Ἐκτὸς ἂν εἶναι εὐχαρίστηση νὰ ἀγρυπνεῖ κανεὶς πάνω ἀπὸ θαμμένους θησαυρούς, ὅπως οἱ μυθικοὶ δράκοντες, ποὺ ἀναφέρει ὁ ἱστορικὸς Ἡρόδοτος. Ὁ ἄνθρωπος ποὺ ἔχει καλλιεργηθεῖ κι ἀπόκτησε ἐλεύθερο φρόνημα ὡς πρὸς αὐτά, δὲν μπορεῖ νὰ κάνει, ἢ νὰ πεῖ ποτὲ κάτι τὸ ποταπὸ καὶ τὸ αἰσχρό. Ἕνας τέτοιος ἄνθρωπος προσέχει μονάχα τὸ ἀναγκαῖο. Τὰ ὑπόλοιπα, ἔστω κι ἂν εἶναι σὰν τὸ χρυσάφι τοῦ Πακτωλοῦ ποταμοῦ, ἢ σὰν τὸ χρυσάφι ποὺ βγάζουν τὰ μερμήγκια, ποὺ ἀναφέρει ὁ Ἡρόδοτος, τὰ κανονίζουν οἱ ἀνάγκες τῆς φύσεως κι ὄχι ἡ ἀπληστία τῶν ἡδονῶν. Ὅσοι ξεπερνοῦν τὰ σύνορα τῆς ἀνάγκης, μοιάζουν μὲ ἀνθρώπους ποὺ γλιστροῦν σὲ κατήφορο καὶ μὴν ἔχοντας ποὺ νὰ στηρίξουν τὰ πόδια τους ἐξακολουθοῦν ἀενάως νὰ πέφτουν. Ὅσο πιὸ πολλὰ ἀποκτοῦν, τόσο περισσότερα χρειάζονται, γιὰ νὰ ἱκανοποιοῦν τὶς ἐπιθυμίες ὅπως λέγει κι ὁ νομοθέτης Σόλων:
Στὸν ἀνθρώπινο πλοῦτο τέρμα φανερὸ δὲν ὑπάρχει.
Ἀλλὰ κι ὁ Θέογνις ἂς ἔρθει στὴ μέση γιὰ νὰ μᾶς διδάξει σ᾿ αὐτὸ τὸ ζήτημα:
Δὲν ποθῶ οὔτε εὔχομαι νὰ γίνω πλούσιος. Ἄμποτε μὲ λίγα νὰ ζῶ, χωρὶς δεινά.
Ἄξιος θαυμασμοῦ εἶναι κι ὁ Διογένης, ποὺ περιφρονοῦσε ὅλα μαζὶ τὰ ἀνθρώπινα ἀγαθὰ κι ἔλεγε ὅτι εἶναι πλουσιώτερος κι ἀπὸ τὸν βασιλιὰ τῆς Περσίας, διότι στὴ ζωή του εἶχε ἀνάγκη ἀπὸ λιγότερα πράγματα. Οἱ πολλοὶ ὅμως τίποτε δὲν θαρροῦν ἀρκετὸ καὶ θὰ ἤθελαν νὰ ἔχουν τὰ τάλαντα τοῦ Πυθίου κι ἀπέραντα χωράφια κι ἀναρίθμητα κοπάδια. Ἀλλὰ νομίζω ὅτι τὸν πλοῦτο, ὅταν δὲν τὸν ἔχουμε, δὲν πρέπει νὰ τὸν ποθοῦμε. Κι ὅταν τὸν ἔχουμε, νὰ μὴ καυχώμαστε γιὰ τὸ ὅτι εἶναι δικός μας, ἀλλὰ γιὰ τὸ ὅτι ξέρουμε νὰ τὸν χρησιμοποιοῦμε. Σωστὰ μίλησε ὁ Σωκράτης σ᾿ ἕνα πλούσιο, ποὺ καυχιόταν γιὰ τὸ βιός του, ὅταν τοῦ εἶπε ὅτι δὲν θὰ τὸν θαύμαζε πρὶν διαπιστώσει ἂν ἤξερε νὰ τὸν χρησιμοποιήσει. Θὰ ἦταν γιὰ γέλια ὁ Φειδίας κι ὁ Πολύκλειτος, ἂν καυχιόντουσαν γιὰ τὸ χρυσάφι καὶ τὸ φίλντισι, μὲ τὰ ὁποῖα ὁ ἕνας ἔφτιαξε τὸ ἄγαλμα τοῦ Δία γιὰ τοὺς κατοίκους τῆς Ἠλείας κι ὁ ἄλλος τὸ ἄγαλμα τῆς Ἥρας γιὰ τοὺς Ἀργείους. Διότι θὰ εἶχαν καυχηθεῖ γιὰ πλοῦτο ποὺ δὲν ἦταν δικός τους καὶ διότι δὲν θὰ λογάριαζαν τὴν τέχνη τους ποὺ ἔδωσε νόημα κι ὀμορφιὰ στὸ χρυσάφι. Ἐμεῖς τώρα εἴμαστε λιγότερο καταγέλαστοι ἂν παραδεχθοῦμε ὅτι ἡ ἀρετὴ δὲν εἶναι ἀρκετὸ στολίδι τοῦ ἑαυτοῦ της;
Ἂς ποῦμε, λοιπόν, ὅτι καταπατήσαμε τὸν πλοῦτο καὶ περιφρονήσαμε τὶς ἡδονὲς τῶν αἰσθήσεων. Θὰ ἐπιζητήσουμε ὅμως τὴν κολακεία καὶ τὰ χάδια καὶ θὰ ἀντιγράψουμε τὴ φιλοκέρδεια καὶ τὴν εὐστροφία τῆς ἀλεποῦς, ποὺ ἀναφέρει ὁ μύθος τοῦ λυρικοῦ ποιητῆ Ἀρχιλόχου; Ὁ φρόνιμος ἄνθρωπος τίποτε ἄλλο δὲν πρέπει νὰ ἀποφεύγει περισσότερο ἀπὸ τὴ ζωὴ τῶν ἐπιδείξεων, ἀπὸ τὸ νὰ τὸν ἐπηρεάζει τὸ τί θὰ πεῖ γι᾿ αὐτὸν ὁ κόσμος, ἀπὸ τὸ νὰ μὴν ἔχει πυξίδα τῆς ζωῆς του τὴ λογική. Ἂν τὰ ἔχει ἀποφύγει αὐτά, τότε δὲν φοβᾶται νὰ πάει ἀντίθετα πρὸς τὴ γνώμη ὅλης τῆς κοινωνίας, νὰ τὸν κατηγορήσουν, νὰ κινδυνέψει γιὰ χάρη τοῦ ἀγαθοῦ, νὰ σταθεῖ ἀκλόνητος στὴν ὀρθὴ ἀπόφαση. Ἕνας ποὺ δὲν ζῆ ἔτσι, δὲν διαφέρει σὲ τίποτε ἀπὸ τὸν ὁμηρικὸ Πρωτέα, ποὺ ὅταν ἤθελε γινόταν φυτὸ ἢ ζῷο ἢ φωτιὰ ἢ νερὸ ἢ ὁτιδήποτε ἄλλο πράγμα. Διότι ἕνας τέτοιας λογῆς ἄνθρωπος ἄλλοτε ἐξυμνεῖ τὸ δίκιο σὲ ὅσους τὸ τιμοῦν, ἄλλοτε θὰ πεῖ τὰ ἀντίθετα, ὅταν δεῖ ὅτι κυριαρχεῖ ἡ ἀδικία, ὅπως ἀκριβῶς κάνουν οἱ κόλακες. Κι ὅπως τὸ χταπόδι ἀλλάζει χρῶμα ἀνάλογα μὲ τὸν βυθό, ἔτσι κι αὐτὸς θ᾿ ἀλλάζει γνῶμες ἀνάλογα μ᾿ ἐκεῖνες τῶν γύρω του.
Ο ΒΙΑΣ, Ο ΓΙΟΣ ΤΟΥ ΚΙ ΕΜΕΙΣ
10. Ἀλλὰ ταῦτα μέν που κἀν τοῖς ἡμετέροις λόγοις τελειότερον μαθησόμεθα· ὅσον δὲ σκιαγραφίαν τινὰ τῆς ἀρετῆς, τό γε νῦν εἶναι, ἐκ τῶν ἔξωθεν παιδευμάτων περιγραψώμεθα. Τοῖς γὰρ ἐπιμελῶς ἐξ ἑκάστου τὴν ὠφέ λειαν ἀθροίζουσιν, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν, πολλαὶ γίνεσθαι πολλαχόθεν αἱ προσθῆκαι πεφύκασι. Τὸ γὰρ καὶ σμικρὸν ἐπὶ σμικρῷ κατατίθεσθαι, οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην ἢ καὶ εἰς ἡντιναοῦν ἐπιστήμην, ὀρθῶς ἔχειν ἡγεῖσθαι τῷ ποιητῇ προσῆκεν. Ὁ μὲν οὖν Βίας τῷ υἱεῖ, πρὸς Αἰγυπτίους ἀπαίροντι, καὶ πυνθανομένῳ τί ἂν ποιῶν αὐτῷ μάλιστα κεχαρισμένα πράττοι· «Ἐφόδιον, ἔφη, πρὸς γῆρας κτησάμενος», τὴν ἀρετὴν δὴ τὸ ἐφόδιον λέγων, μικροῖς ὅροις αὐτὴν περιγράφων, ὅς γε ἀνθρωπίνῳ βίῳ τὴν ἀπ᾿ αὐτῆς ὠφέλειαν ὡρίζετο. Ἐγὼ δὲ κἂν τὸ Τιθωνοῦ τις γῆρας, κἂν τὸ Ἀργανθωνίου λέγη, κἂν τὸ τοῦ μακροβιωτάτου παρ᾿ ἡμῖν Μαθουσάλα, ὃς χίλια ἔτη τριάκοντα δεόντων βιῶναι λέγεται, κἂν σύμπαντα τὸν ἀφ᾿ οὗ γεγόνασιν ἄνθρωποι χρόνον ἀναμετρῆ, ὡς ἐπὶ παίδων διανοίας γελάσομαι, εἰς τὸν μακρὸν ἀποσκοπῶν καὶ ἀγήρω αἰῶνα, οὗ πέρας οὐδὲν ἔστι τῇ ἐπινοίᾳ λαβεῖν, οὐ μᾶλλόν γε ἢ τελευτὴν ὑποθέσθαι τῆς ἀθανάτου ψυχῆς.
Πρὸς ὅνπερ κτᾶσθαι παραινέσαιμ᾿ ἂν τὰ ἐφόδια, πάντα λίθον, κατὰ τὴν παροιμίαν, κινοῦντας, ὅθεν ἂν μέλλη τις ὑμῖν ἐπ᾿ αὐτὸν ὠφέλεια γενήσεσθαι. Μηδ᾿ ὅτι χαλεπὰ ταῦτα καὶ πόνου δεόμενα, διὰ τοῦτ᾿ ἀποκνήσωμεν· ἀλλ᾿ ἀναμνησθέντας τοῦ παραινέσαντος, ὅτι δέοι βίον μὲν ἄριστον αὐτὸν ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾶν τῇ συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς βελτίστοις. Αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προεμένους ὕστερόν ποτ᾿ ἀνακαλεῖσθαι τὸ παρελθόν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις. Ἐγὼ μὲν οὖν ἃ κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἴρηκα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν συμβουλεύσω· ὑμεῖς δέ, τριῶν ἀρρωστημάτων, μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῇ τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε. Οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχονται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀρρωστημάτων, ἐφ᾿ ἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· οἱ δὲ εἰς ἀνήκεστον παντελῶς μελαγχολίας παρενεχθέντες, οὐδὲ προσιόντας προσίενται. Ὃ μὴ πάθητε νῦν ὑμεῖς τοὺς ὀρθῶς ἔχοντας τῶν λογισμῶν ἀποφεύγοντες.
10. Αὐτὰ ὅλα θὰ τὰ διδαχθοῦμε τελειότερα στὴν Ἁγία Γραφή μας. Ἀλλὰ πρὸς ὥρας τὰ περιγράφουμε, σὰν σκιαγράφημα τῆς ἀρετῆς ἀπὸ τὴν κοσμικὴ σοφία. Ὅσοι μ᾿ ἐπιμέλεια μαζεύουν τὴν ὠφέλεια ἀπὸ κάθε τι, μοιάζουν μὲ ποτάμια ποὺ παίρνουν στὸ διάβα τους νερὸ ἀπὸ παραποτάμους κι ὁλοένα γίνονται μεγαλύτερα. Εἶναι σωστὴ ἡ ὑπόμνηση τοῦ Ἡσιόδου γιὰ τὸ λίγο ποὺ προστίθεται στὸ λίγο, ὄχι μονάχα σχετικὰ μὲ τὸ χρῆμα, ἀλλὰ καὶ μὲ τὴ γνώση. Μὲ τὸν τρόπο αὐτὸν κι ἡ γνώση γίνεται περισσότερη καὶ μεγάλη. Ὅταν ὁ φιλόσοφος Βίας ἀποχαιρετοῦσε τὸν γιό του, ποὺ ἔφευγε γιὰ τὴν Αἴγυπτο, καὶ τὸ παιδὶ τὸν ρώτησε μὲ ποιὰ πράξη του θὰ τὸν εὐχαριστοῦσε περισσότερο, τοῦ ἀποκρίθηκε: Ἀποκτώντας ἐφόδιο γιὰ τὰ γηρατιά σου. Καὶ μὲ τὴ λέξη ἐφόδιο ἐννοοῦσε τὴν ἀρετή, περιγράφοντάς τη σύντομα, μιὰ καὶ τὴν ὠφέλεια τῆς τὴν περιόριζε στὸ μῆκος τοῦ ἀνθρώπινου βίου. Ἀλλὰ γιὰ μένα, ἔστω κι ἂν πρόκειται γιὰ τὰ γηρατιὰ τοῦ μυθικοῦ Τιθωνοῦ ἢ τοῦ μακρόβιου βασιλιὰ τῆς Ταρτησσοῦ, τοῦ Ἀργανθωνίου ἢ καὶ τοῦ Μαθουσάλα, ποὺ ἀναφέρει ἡ Παλαιὰ Διαθήκη καὶ λέγει ὅτι ἔζησε ἐννιακόσια ἑβδομῆντα χρόνια, ἔστω ἀκόμα κι ἂν πρόκειται νὰ ὑπολογίσουμε ὅλο τὸν χρόνο ἀπὸ τότε ποὺ πρωτοφάνηκε ὁ ἄνθρωπος, βλέπω τὸ διάστημα αὐτὸ σὰν παιδιάστικη, γιὰ γέλια ἔκταση. Διότι ἀτενίζω τὸν μακρὸ κι ἀγέραστο αἰῶνα, ποὺ τέλος δὲν ἔχει, τὴν ἡλικία τῆς ἀθάνατης ψυχῆς.
Συμβουλεύω ν᾿ ἀποκτοῦμε ἐφόδιο γιὰ τὴν ἀτελεύτητη αὐτὴ ζωή, κινώντας, σύμφωνὰ μὲ τὴ γνωστὴ ἔκφραση, πάντα λίθον, ὥστε νὰ παίρνουμε ἀπὸ παντοῦ ὠφέλεια γιὰ μιὰ τέτοια προοπτική. Βέβαια εἶναι ζήτημα ποὺ θέλει κόπο κι ἔχει δυσκολίες. Ἀλλὰ δὲν σημαίνει ὅτι πρέπει νὰ ἀποθαρρυνθοῦμε καὶ νὰ τὸ ἀμελήσουμε. Ἀλλὰ νὰ θυμηθοῦμε τὸ παράγγελμα τῶν Πυθαγορείων, ποὺ λέγει ὅτι ὁ καθένας πρέπει νὰ διαλέγει τὸν ἄριστο τρόπο ζωῆς καὶ νὰ βρίσκει χαρὰ μέσα του, συνηθίζοντάς τον. Ἔτσι, θὰ ἐπιχειρήσουμε τὸ καλύτερο ἀπ᾿ ὅλα. Εἶναι ντροπὴ νὰ ἀδιαφορήσουμε γιὰ τὴν τωρινὴ εὐκαιρία κι ὅταν περάσει ὁ καιρὸς νὰ πασχίζουμε νὰ φέρουμε μπροστά μας τὰ περασμένα, χωρὶς νὰ κατορθώσουμε τίποτε ἄλλο ἀπὸ θλίψη. Ἀπ᾿ ὅσα, λοιπόν, θαρρῶ ὅτι εἶναι τὰ καλύτερα, ἄλλα σᾶς τὰ εἶπα τώρα κι ἄλλα ὅσο ζῶ θὰ σᾶς τὰ συμβουλεύω. Καὶ σεῖς, τώρα, ἀνάμεσα στὰ τρία εἴδη ἀρρώστιας, μὴ τοποθετηθῆτε στὸ τελευταῖο, τὸ ἀθεράπευτο. Καὶ μὴ δείξετε ὅτι ἡ ψυχική σας ἀσθένεια μοιάζει μ᾿ ἐκεῖνες τῶν σωματικὰ ἀρρώστων. Ὅσοι δηλαδὴ ἔχουν κάποια μικρὴ ἀρρώστια, πᾶνε οἱ ἴδιοι στοὺς γιατρούς. Ὅσοι ἔπαθαν κάποια μεγαλύτερη ἀρρώστια τοὺς προσκαλοῦν στὸ σπίτι τους. Κι ὅσοι ἔπεσαν σὲ ἐντελῶς ἀνίατη μανία, καὶ ποὺ τοὺς πλησιάζουν οἱ γιατροί, δὲν τοὺς δέχονται. Μὴ πάθετε κάτι τέτοιο, παιδιά μου, ἀποφεύγοντας τὶς ὀρθὲς σκέψεις.
http://users.uoa.gr/~nektar/orthodoxy/paterikon/basil_the_great_de_legendis_gentilium_libris.htm
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου